Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.267 Joseph. AJ 18.271 (English) >>Joseph. AJ 18.276

18.269

Καὶ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούς τε φίλους ἀναλαβὼν καὶ θεραπείαν, περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι. 18.270καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον, 18.271καὶ ἱκετείᾳ χρώμενοι μηδαμῶς εἰς ἀνάγκας τοιαύτας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντος ἀναθέσει τὴν πόλιν, “πολεμήσετε ἄρα Καίσαρι, Πετρώνιος ἔφη, μήτε τὴν ἐκείνου παρασκευὴν λογιζόμενοι μήτε τὴν ὑμετέραν ἀσθένειαν;” οἱ δʼοὐδαμῶς πολεμήσαιμεν, ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον παραβῆναι τοὺς νόμους.” ἐπί τε τὰ πρόσωπα κείμενοι καὶ τὰς σφαγὰς προδεικνύντες ἕτοιμοι κτιννύεσθαι ἔλεγον εἶναι. 18.272καὶ ταῦτʼ ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλή τε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος. 18.273

Ἐν τούτοις ὄντων τῶν πραγμάτων Ἀριστόβουλος Ἀγρίππου τοῦ βασιλέως ἀδελφὸς καὶ Ἑλκίας μέγας ἄλλοι τε οἱ κράτιστοι τῆσδε τῆς οἰκίας καὶ οἱ πρῶτοι σὺν αὐτοῖς εἰσίασιν ὡς τὸν Πετρώνιον παρακαλοῦντες αὐτόν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.267 Joseph. AJ 18.271 (English) >>Joseph. AJ 18.276

Powered by PhiloLogic